Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.59 Joseph. AJ 8.62 (English) >>Joseph. AJ 8.65

8.61

Τῆς δʼ οἰκοδομίας τοῦ ναοῦ Σολόμων ἤρξατο τέταρτον ἔτος ἤδη τῆς βασιλείας ἔχων μηνὶ δευτέρῳ, ὃν Μακεδόνες μὲν Ἀρτεμίσιον καλοῦσιν Ἑβραῖοι δὲ Ἰάρ, μετὰ ἔτη πεντακόσια καὶ ἐνενήκοντα καὶ δύο τῆς ἀπʼ Αἰγύπτου τῶν Ἰσραηλιτῶν ἐξόδου, μετὰ δὲ χίλια καὶ εἴκοσι ἔτη τῆς Ἁβράμου εἰς τὴν Χαναναίαν ἐκ τῆς Μεσοποταμίας ἀφίξεως, ἀπὸ δὲ τῆς ἐπομβρίας μετὰ χίλια καὶ τετρακόσια καὶ τεσσαράκοντα· 8.62ἀπὸ δὲ τοῦ πρώτου γεννηθέντος Ἀδάμου ἕως οὗ τὸν ναὸν ᾠκοδόμησε Σολόμων διεληλύθει τὰ πάντα ἔτη τρισχίλια καὶ ἑκατὸν δύο. καθʼ ὃν δὲ ναὸς ἤρξατο οἰκοδομεῖσθαι χρόνον, κατʼ ἐκεῖνον ἔτος ἤδη τῆς ἐν Τύρῳ βασιλείας ἑνδέκατον ἐνειστήκει Εἱρώμῳ, τῆς δὲ οἰκήσεως εἰς τὴν οἰκοδομίαν τοῦ ναοῦ διεγεγόνει χρόνος ἐτῶν τεσσαράκοντα καὶ διακοσίων. 8.63

Βάλλεται μὲν οὖν τῷ ναῷ θεμελίους βασιλεὺς ἐπὶ μήκιστον τῆς γῆς βάθος ὕλης λίθων ἰσχυρᾶς καὶ πρὸς χρόνον ἀντέχειν δυναμένης, οἳ τῇ τε γῇ συμφυέντες ἔμελλον ἔδαφος καὶ ἔρεισμα τῆς ἐποικοδομησομένης κατασκευῆς ἔσεσθαι καὶ διὰ τὴν κάτωθεν ἰσχὺν οἴσειν ἀπόνως μέγεθός τε τῶν ἐπικεισομένων καὶ κάλλους πολυτέλειαν, βάρος ἔμελλεν οὐχ ἧττον εἶναι τῶν ἄλλων ὅσα πρὸς ὕψος καὶ πρὸς ὄγκον κόσμου τε χάριν καὶ μεγαλουργίας ἐπενοεῖτο.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.59 Joseph. AJ 8.62 (English) >>Joseph. AJ 8.65

Powered by PhiloLogic